Ἀπό τούς Οἴκους στούς Δώδεκα Ἁγίους Ἀποστόλους

Ψάλλοντες ἐν αἰνέσει, τάς ὑμῶν ἀριστείας, ὑμνοῦμεν τούς πολλούς ὑμῶν πόνους, δι᾿ ὧν πρός ἄπονον ζωήν, καθοδηγήσατε σοφοί Ἀπόστολοι, ὡς λειτουργοί τῆς χάριτος, τούς ἐκβοῶντας ὑμῖν ταῦτα·

χαῖρε Πέτρε Μαθητῶν ἀκρότης

χαῖρε Παῦλε οὐράνιος μύστης

χαῖρε Ἀποστόλων Ἀνδρέα Πρωτόκλητος

χαῖρε Ζεβεδαίου ὁ υἱός Ἰάκωβος

χαῖρε Ἰωάννη πάντιμε παρθενίας το φυτόν

χαῖρε Φίλιππε μακάριε ὁ παρέχων φωτισμόν

χαῖρε Βαρθολομαῖε ἱερέ θεηγόρε

χαῖρε Θωμᾶ θεόφρον ἐν παντί φωτοφόρε

χαῖρε Ματθαῖος ὁ ἱερώτατος                  

χαῖρε ὁ Μᾶρκος Αἰγύπτου ἔφορος

χαῖρε Λουκᾶ καί Ματθία θεόφρον

χαῖρε ὁ Σίμων ὁ καρτερόφρων

χαίρετε θεῖοι Ἀπόστολοι.

 

Ὤ Ἀπόστολοι θεῖοι, τοῦ Σωτῆρος αὐτόπται, καί μύσται καί σοφοί ὑπηρέται· προσδέξασθε ἡμῶν τάς φωνάς, καί τῶν πταισμάτων αἰτήσασθε ἄφεσιν, τοῖς πάντοτε προστρέχουσιν, ὑμῶν τῇ σκέπῃ καί βοῶσιν·

Ἀλληλούϊα

(Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου)

Facebooktwitterpinterestmail
Διάβασε τους κανόνες σχολιασμού!

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *