Παρασκευή 1 Νοεμβρίου

Εὐαγγέλιον: ἡμέρας, Παρ. ζ΄ ἑβδ. Λουκᾶ (Λκ. ιβ΄ 2-12)

2 οὐδὲν δὲ συγκεκαλυμμέ­νον ἐστὶν ὃ οὐκ ἀποκα­λυφ­θήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται· 3 ἀνθ᾿ ὧν ὅσα ἐν τῇ σκο­τίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀ­­κου­σ­θήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων. 4 Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. 5 ὑποδείξω δὲ ὑμῖν τίνα φο­βηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξου­σίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. 6 οὐχὶ πέντε στρουθία πω­­­­λεῖται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐ­πιλε­λησμένον ἐνώπιον τοῦ Θε­οῦ· 7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρί­­θ­μην­ται. μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε. 8 Λέγω δὲ ὑμῖν· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμ­προσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔ­μ­­­προ­σθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· 9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνη­θήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. 10 καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώ­που, ἀ­­­φεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. 11 ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀ­πολογήσησθε ἢ τί εἴπητε· 12 τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν. 

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

Facebooktwitterpinterestmail
Διάβασε τους κανόνες σχολιασμού!

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *